1[ἀντίγραφον] ἐκθέματος. Τιβέριος Ἰούλιος [Ἀλέξανδρος λέγει·]
2[πᾶσαν πρό]νοιαν ποιούμενος τοῦ δια[μένειν τῷ]
3[προσήκο]ντι καταστήματι τὴν π[όλιν ἀπολαύου]-
4[σαν τῶν εὐ]εργεσιῶν, ἃς ἔχει παρὰ τῶ[ν Σεβαστῶν καὶ]
5[τοῦ τὴν Αἴγ]υπτον ἐν εὐσταθείᾳ διά[γουσαν εὐθύμως]
6[ὑπηρετεῖν] τῇ τε εὐθηνίᾳ καὶ τῇ με[γίστῃ τῶν νῦν]
7[καιρῶν ε]ὐδαιμονίᾳ μὴ βαρυνομέν[ην καιναῖς καὶ ἀδί]-
8[κοις εἰσ]πράξεσι, σχεδὸν δὲ ἐξ [ο]ὗ̣ [τῆς πόλεως]
9[ἐπέβην κ]αταβοώμενος ὑπὸ τῶ̣ν̣ [ἐντυγχανόντων]
10[καὶ κατʼ ὀ]λίγον καὶ κατὰ πληθηι
(*) τ̣ῶ̣[ν τε ἐνθάδε εὐσχη]-
11[μονεστ]άτων καὶ τῶν γεωργο̣ύ̣[ντων τὴν χώραν]
12[μεμφομέ]νων τὰς ἔνγιστα γενομ[ένας ἐπηρείας, οὐ]
13[διέλιπο]ν̣ μὲν κατὰ τὴν ἐμαυτο[ῦ δύναμιν τὰ ἐ]-
14[πείγοντα] ἐπανορθούμενος. ἵνα̣ [δὲ εὐθυμότεροι]
15[πάντα ἐλ]πίζητε παρὰ τοῦ ἐπιλάμ̣[ψαντος ἡμῖν ἐπὶ]
16[σωτη]ρίᾳ τοῦ παντὸς ἀνθρώπω[ν γένους εὐεργέ]-
17[του Σ]εβαστοῦ Αὐτοκράτορος Γάλ[βα τά τε πρὸς σω]-
18[τηρίαν] καὶ τ̣ὰ πρὸς ἀπόλαυσιν κ[αὶ γινώσκητε, ὅτι]
19[ἐφρόν]τισα τῶν πρὸς τὴν ὑμ[ετέραν βοήθειαν]
20[ἀνηκόν]των, προέγραψα ἀν̣[αγκαίως περὶ ἑ]-
21[κάστου τῶ]ν̣ ἐ̣π̣ιζητουμένων, ὅ̣[σα ἔξεστί μοι]
22[κρίνειν καὶ π]οιεῖν, τὰ δὲ μείζον[α καὶ δεόμενα]
23[τῆς τοῦ αὐτοκρ]άτορος δυνάμεως [καὶ μεγαλειότη]-
24[τος αὐτ]ῶ̣ι δη̣λ̣ώσωι μ̣ε̣τ̣ὰ π̣άσ[ης ἀληθείας,]
25[τῶν θε]ῶν ταμιευσαμένων εἰς [τοῦτον τὸν ἱε]-
26[ρώτ]ατον καιρὸν τὴν τῆς οἰκουμέ[νης ἀσφάλειαν. ἔγ]-
27[νων] γὰρ πρὸ πάντων εὐλογωτάτη[ν οὖσαν τὴν ἔν]-
28[τευ]ξιν ὑμῶν ὑπὲρ τοῦ μὴ ἄκον[τας ἀνθρώπους εἰς]
29[τε]λωνείας ἢ̣ ἄλλας μ̣ισθ̣ώ̣σεις οὐ[σιακὰς παρὰ τὸ]
30[κοιν]ὸ̣ν ἔθος τῶν ἐπάρχων πρὸς βία[ν ἄγεσθαι καὶ ὅ]-
31[τι οὐ]κ ὀλίγον ἔ̣β̣λαψ̣ε τὰ πράγματα τ[ὸ πολλοὺς ἀπείρους ὄν]-
32[τας] τ̣ῆς τοιαύ̣τ̣η̣ς̣ πραγ̣μ[α]τ̣είας ἀχ̣[θῆναι μετὰ]
33[ἀ]νάγκ̣[η]ς [ἐ]π̣ιβληθ̣έντων αὐ[τ]ο̣ῖς τῶ̣[ν τελῶν. διό]-
34περ καὶ αὐτὸς οὔτε̣ ἤγαγ[ό]ν τινα̣ ε̣ἰ̣ς̣ τ̣ε̣[λωνείαν ἢ μίσθω]-
35σιν οὔτε ἄξωι
(*) εἰδὼς τοῦτο συμ̣[φέρ]ε̣ι̣[ν καὶ ταῖς κυ]-
36ριακαῖς ψήφοις τὸ μ[ετὰ] προ̣θ̣[υμίας ἑκόντας πρα]-
37γματεύεσθαι τοὺς δυνατού̣ς. [πέπεισμαι δέ, ὅτι οὐδʼ εἰς]
38τὸ μέλλον ἄκοντάς τι[ς] ἄξ̣ε̣ι [τελώνας ἢ μισθωτάς,]
39ἀλλὰ διαμισθώσει τοῖς βουλ[ομένοις ἑκουσίως προσ]-
40έρχε[σ]θαι μᾶλλον τὴν τῶν [προτέρων ἐπάρχων]
41αἰώνιον συνήθε[ι]αν φ[υ]λάσ[σων ]-ca.?-]
-- -- -- -- -- -- -- -- -- --