1Αὐρηλίῳ Διδύμῳ στρ(ατηγῷ) Ἀρσι(νοϊτῶν)
(*) Θεμ(ίστου) καὶ Πολ(έμωνος) μερίδων
2παρὰ Αὐρηλίου Πακύσεως Τεσενούφεως ἱερέως
3καὶ στολιστοῦ ἱεροῦ λογίμου κώμης Σοκνοπαί-
4ου Νήσου τῆς Ἡρακλ(είδου) μερίδος. ἔχω τόπον
5ἐν οἰκίᾳ τῆς τοῦ υἱοῦ μου Αὐρηλίου Τεσενού-
6φεως γυναικὸς ἐν ἐποικίῳ Πισᾶϊ
(*) τῆς Θεμ(ίστου)
(*)7μερίδος, ἐν ᾧ ἐστίν μου τὰ εἰς διατροφὴν
8ἀποκείμενα σειτάρια
(*) . πρώην οὖν εἰς
9τὸν τόπον εἰσελθόντων τῶν οἰκείων
10μου διὰ τὸ ἐμὲ ἐν Ἀλεξανδρείᾳ εἶναι, ἐφευ-
11ρέθη τὰ σειτάρια
(*) κεκουφισμένα, ἡ δὲ αἰτία
12τῆς κλοπῆς ἐφάνη τοῦ τόπου ὑπερῴου ὄν-
13τος ἐκ τοῦ ποδώματος διατρηθέντος τὴν
14κακουργίαν γεγονέναι. διελεγχόμενοι δὲ
15οἱ ἔνδον οἰκοῦντες ὡς ἐξ αὐτῶν ἐπηρείας
16τοῦτο γεγένηται ὑπέσχοντο διά τε τοῦ τῆς
17κώμης ἀρχεφόδου καὶ διὰ ἄλλων δώσειν
18εἰς τὸν λόγον τῆς κλοπῆς πυροῦ ἀρτάβας
19ἑπτά
. ἀλλʼ ἐπεὶ τῇ μὲν ὑποσχέσει συνέ-
20θεντο, τῇ δὲ ἀποδόσει μέχρι νῦν οὐχ’ ὑ
(*)-
21πήντησαν, ἀναγκαίως τὴν ἐπίδοσιν τῶν
22βιβλιδίων ποιοῦμαι, ἅπερ ἀξιῶ ἐν καταχω-
23ρισμῷ γενέσθαι εἰς τὸ μένειν μοι λόγον
24πρὸς τοὺς ἐνκαλουμένους Πανοῦφιν Στο-
25τοήτεως καὶ Πακῦσιν Καννεῖτος. διευτύχει.
26 (hand 2) Αὐρηλιου
(*) Πακῦσις ἐπιδέδοκα
(*)27 (hand 1) (ἔτους)
κδ Μάρκου Αὐρηλίου Σεουήρου Ἀντωνίνου
28Παρθικοῦ Μεγίστου Βρετανικοῦ
(*) Μεγίστου
29Γερμανικοῦ Μεγίστου Εὐσεβοῦς Σεβαστοῦ
30Φα(ρμοῦθι)
(*) ιβ