1Στί̣λ̣βων Ἀθηνοδώρωι τῶι θεῶι καὶ
2κυρίωι χαίρειν καὶ διευτυχεῖν· ἤδη
3ἐμοῦ ἐξεληλυθότος καὶ γ̣ινομένου̣ ἐ̣π̣[ὶ]
4τ̣ῶ̣ι κατὰ τὸν Θαυβαρίου πύργον διέ-
5ξαντες δοῦλος Χρυσίππου καὶ Σκαλίφου
6εἰσήνεγκά[ν] με εἰς πόλιν μετὰ πλη-
7γῶν καὶ ὕβρεων· ἐάν σοι φαίνηται
8τῶι Σκ[α]λίφωι γράψαι περὶ τοῦ πλοίου
9καὶ ἐμοῦ ἵνα με σὺν τῶι πλοίωι ἀπολύσῃ·
10μέμφεται γάρ σε ὁ Σκάλιφος λέγων ὅτι
11οὐδὲ τοῦ τυχόντος ἐπιστολίου τέτευ-
12χα παρά σου· διὸ ἀξιῶ σε γράψαι τῶι
13Σκαλίφωι ἵνα ἀπολύσῃ ταχύτερον
14διὰ τὸ τὴν ἀδελφήν σου βούλεσθαι ἐν
15τῶι πλοίῳ ἀναπλεῦσαι· περὶ δὲ οὗ ἔ-
16χῃ ὅδε πακτονος
(*) πᾶσι τοῖς κυβερνή-
17ταις τῶν πλοίων εἶπα ἀνενέγκαι σοι
18αὐτὸν καὶ οὗ πεπρήκασιν αὐτὸν ἀ̣[ν]ε-
19νέγκαι· τοῦτο {ν} δʼ ἔστω τοῦτο τὸ ἐπιστόλιον·