1 (hand 1) [Πρωτάρχω]ι τῶι ἐπὶ τοῦ κριτηρίου
2 (hand 2) [παρὰ] Μ̣άρκου Αἰμιλίου Μάρκου Καλλιδία κ[αὶ παρὰ]
3Θ[εοδ]ό̣της τῆς Δωσιθέου Περσεί[ν]ης
(*) με[τὰ κυρίου]
4κ[αὶ ἐ]γγύου τῶν κατὰ τήνδε τὴν συνχώ[ρησιν]
5σημαινομένων τοῦ ἀνδρὸς Σώφρο̣ν̣ο̣ς̣ [τοῦ]
6[ ̣ ̣ ̣ ̣] ̣ ̣ ̣άρχου [[Σώφρονος]] Πέρ[σ]ο̣υ̣ τῆ[ς ἐπι]-
7[γονῆς.] π̣ε̣ρ̣ὶ τῶν διεσταμένων [συγχωρεῖ ἡ Θεο]-
8δό̣τ̣η ἐπὶ χρόνον μῆνας δέκα [ὀκτὼ
ἀπὸ Φα]-
9με̣ν̣ὼ̣θ̣ τοῦ ἐνεστῶτος
ι̣ζ̣ [(ἔτους)] Καί[σαρος τρο]-
10[φεύσειν καὶ θηλάσειν ἔξω] παρʼ ἑατῇ
(*) [κατὰ πόλιν]
11[τῷ ἰδίῳ αὐτῆς γάλακτι καθαρῷ καὶ ἀφθόρῳ]
12[ὃ ἐνκεχείρικεν αὐτῇ ὁ Μᾶρκος ἀναίρετον]
13[δουλικὸν παιδίον ἑαυτοῦ ὑποτίτθιον Τύχην]
14[λαμβάνουσα παρʼ αὐ]τοῦ κ̣α̣τ̣ὰ̣ μ[ῆνα ἕκαστον]
15[μισθὸν τοῦ τε γάλακτος καὶ τῆς τροφείας σὺν]
16[ἐλαίῳ ἀργυρίου (δραχμὰς)
η. ἀπέσχηκεν δὲ ἡ Θεο]-
17[δότη] δ̣ι̣ʼ ἐγγύου [τ]ο̣ῦ̣ Σ̣[ώ]φ̣ρ̣ο̣ν̣ο̣ς̣ παρὰ τ̣ο̣ῦ̣ Μ[άρκου]
18[διὰ χειρὸς ἐ]ξ οἴκου εἰς τοὺς προκιμένους μῆν[ας δέκα]
19[ὀκτὼ
[τ]ροφῆα
(*) μηνῶν ἐννέα
τὰς συναγο[μένας]
20[δραχμὰ]ς ἑβδομήκοντα δύο
, καὶ ἐὰν συνβῇ ἐντὸς [τού]-
21[των] παθῖν
(*) τι ἀνθρώπινον τὸ παιδίον, τ̣ὴ[ν Θεο]-
22[δότην ἀ]ν̣ελομένην ἕτερον παιδίον τρο[φεύσειν]
23[καὶ θηλ]άσειν καὶ παραστήσειν τῷ Μάρκ[ῳ ἐπὶ]
24[τῶν] ἴ̣σ̣ων μηνῶν ἐννέα
μηδὲν τὸ καθόλου λ̣α̣-
25[βοῦσ]α διὰ ἀθάνατον αὐτὴν ἐπιδεδέχθαι τρ[ο]-
26[φεύει]ν. εὐτακτουμένην αὐτὴν τοῖς λ̣ο̣[ιποῖς]
27[κατ]ὰ̣ μ̣ῆνα τροφήοις
(*) ποιεῖσθαι τήν τε ἑατῆς
(*)28[καὶ τοῦ] παιδίου προσήκουσαν ἐπιμέληαν
(*) μὴ
29[φθείρουσ]α̣ν̣ τ̣ὸ̣ γάλα μηδʼ ἀνδροκοιτοῦσαν μηδʼ ἐ[πι]-
30[κ]υ̣ο̣ῦ̣σ̣αν μηδʼ ἕτερον παραθηλάζουσαν παιδί-
31ον, ἅ τε ἐὰν λάβῃ ἢ πιστευθῇ σῶα συντηρήσιν
(*)32καὶ ἀποδώσειν ὅτ̣α̣ν̣ ἀπαιτῆται ἢ ἐκτίσειν τὴν
33ἑ̣κ̣ά̣σ̣τ̣ο̣υ̣ ἀξίαν πλὴν συνφανοῦς ἀ̣π̣ωλήας
(*) ἧς καὶ
34φανερᾶς γενηθείσ[ης ἀ]πολελύσθω, καὶ μὴ ἐγλ̣ε̣ι̣π̣[εῖν]
(*)35τὴν τρ[ο]φήαν
(*) ἐντὸς τοῦ [χ]ρόνο̣υ̣· ἐ[ὰν δ]έ τι παραβαί-
36νῃ, εἶναι αὐτήν τε καὶ τὸν Σώφρον[α ἀ]γ̣ωγίμους
37καὶ συνέχεσθαι μέχρει
(*) τοῦ ἐκτε[ῖσ]αι
(*) ἅ τε εἴλη-
38φ̣ε̣ν̣ τ[ρο]φῆα
(*) καὶ ἃ ἐὰν λάβ[ῃ] σὺν ἡμ[ι]ολίᾳ καὶ τὰ
39βλάβη καὶ δαπανήματα καὶ ἄλλας ἀργυ(ρίου) (δραχμὰς)
τ̣, τ̣ῆ̣ς̣
40π̣ρ̣ά̣ξ̣[ε]ως γινομένης ἔκ τε ἀμφοτέρων ὄντω[ν]
41ἀλληλενγύων
(*) εἰς ἔκτισιν καὶ ἐξ ἑνὸς καὶ ἐξ οὗ ἐ[ὰν]
42αὐτῶν αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς
43πάντων καθάπερ ἐγ
(*) δίκης, ἀκύρ[ω]ν οὐσῶν καὶ
44ὧν ἐ[ὰν ἐ]πενέγκωσιν πίστεων πασ[ῶ]ν σκέπ[ης]
45πάσης, ἕκαστα δὲ αὐτῆς ἐπιτελο̣ύ̣σ̣η̣ς̣ κ̣α̣ὶ̣ τ̣[ὸν]
46[Μᾶρκο]ν Αἰμίλιον χορηγεῖν αὐτῇ τὰ κατὰ μῆ[να]
47τροφῆα
(*) ἐπὶ τοὺς λοιποὺς μῆνας ἐννέα
καὶ μ̣ὴ̣ [ἀ]-
48ποσ̣π̣άσιν
(*) τὸ παιδίον ἐντὸς τοῦ χρόνου ἢ κ̣α̣[ὶ αὐ]-
49τὸν ἐκτίνιν
(*) τὸ ἴσον ἐπίτιμον. παραβαλε[ῖ δὲ]
50ἡ Θεοδότη πρὸς τὸν Μᾶρκον τοῦ μηνὸς ̣ ̣ ̣ ̣
51ἑκοῦσα καὶ τὸ παιδίον πρὸς τὸ ἐπιθεωρεῖσθαι
52ὑπʼ αὐτοῦ.
53,minf20 βεβαι[-ca.?-]