1,msup☓
1παρὰ Ἀρτεμιδώρου ὑποστρατήγο[υ]
2Ταγχάεως
3τῆι
κ τοῦ Ἐπεὶφ τοῦ ἐνεστῶτος
β (ἔτους)
4Διοκλῆς Λέοντος ἐνκληθεὶς
5ἀφʼ ὑπομνήματος καὶ μεταπεμφθεὶς
6ὑπʼ ἐμοῦ̣ συνεπηγάγετο Νίκανδρον
7ἑατοῦ
(*) ἀδελφὸν ἄνωθε\ν̣ ἐ̣π̣ὶ̣/ λῃστήαις
(*)8γεγονότα. ἀντὶ δὲ τοῦ τὸν καθή-
9κοντα λόγον δοῦναι καὶ λαβεῖν
10ἐφαλόμενοί μοι δημοσίαι ἐπέ-
11θεντο καὶ ἐτραυμάτισαν καὶ
12πληγὰς δόντες περιέσχισαν.
13κατὰ τύχην δὲ Ἡράκλειον τῶν
14ἰδίων σου μαχαιροφόρων ἐπι-
15καλεσαμένου μου ἔτι καὶ τὸν
16ἐκ τ[ῆς] ἐ̣φοδείας, ὁ μὲν Νίκαν-
17δρο[ς ἀπ]η̣λ̣λ̣ά̣[γη] τὸν δὲ Διοκλέα
18[τῷ Ἡρακλεί]ῳ παρέδωκα, ὅ̣π̣ω̣[ς]
19[πρὸς σὲ ἀποσ]ταλῇ· ἀξιῶ [ἐὰν]
20[φαίνηται συ]ντάξαι γρ[άψαι]
21[ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣] λ̣η̣ψομένους τ̣[ ̣ ̣ ̣ ̣]
22[ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣]ν̣τ̣ας ἀ[ ̣ ̣ ̣ ̣]
-- -- -- -- -- -- -- -- -- --