1[Π]ρωτάρχωι τῶι ἐπὶ τοῦ κριτηρίου
2παρὰ Ἀπολλωνίου τοῦ Ἡρακλείδου καὶ παρὰ Ἀμ-
3μωνίου τοῦ Ἀνουβί̣ω̣ν̣ο̣ς̣ Πέρσου τῆς ἐπιγονῆς. συν-
4χωρεῖ ὁ Ἀμμώνιος ἔχειν παρὰ τοῦ Ἀπολλωνίου δάνειον
5διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου Πτολεμαικοῦ δραχμὰς
6ἑξήκοντα τέσσαρες
(*) ἄ̣τ̣ο̣κ̣ο̣ν̣, ὃ καὶ ἀποδώσειν ἐν
7μησὶν τρισὶν
ἀ̣π̣ὸ μ̣η̣ν̣ὸ̣ς̣ Φ̣α̣ρ̣μ̣ο̣ῦ̣θ̣ι̣ τοῦ ἐνεστῶτ[ος]
8ἑπτακαιδεκάτου ἔτους Καίσαρος ἄνευ πάσης ὑπερθέσεως
(*)9ἢ εἶναι αὐτὸν π̣α̣ρ̣α̣χ̣ρ̣ῆμα ἀγώγιμον
(*) καὶ συνέχεσθαι μέ-
10χρ[ι] τοῦ [ἐκ]τ̣ε̣ῖ̣[σαι τὸ κεφά]λαιον σὺν ἡμιολίᾳ, [τοῦ]
11δὲ ὑπερπεσόντος [χρόνου] τοὺς κατὰ τὸ διάγραμμα τόκους
12διδράχμους τῆς πράξεως γεινομένης τῷ Ἀπο[λλωνίῳ]
13ἔκ τε αὐτοῦ Ἀμμωνίου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων
14καθάπερ ἐγ
(*) δίκης ἀκύρων ο̣ὐ̣σ̣ῶ̣ν̣ καὶ ὧν ἐὰν [ἐπενέγκῃ] πίστεων
(*)15πασῶν σκέπης πάσης. τοῦτο δʼ ἐστὶν τὸ δάνειον ἐκτὸς
16ἑτέρων ὧν ὀφείλει ὁ αὐτὸς Ἀμμώνιος σὺν τῇ μη-
17τρὶ αὐτοῦ τῷ Ἀπολλωνίῳ καθʼ ἑτέραν συνχώρη[σιν]
18δραχμῶν ἑκατόν
.