1[τῇ αὑτ]οῦ [ἀ]δ̣ε̣λφῇ Σοφρ[όν]ῃ Δῖο̣ς̣ χα̣ί̣ρειν.
2[πρὸ μὲν πάντω]ν εὔχομαι π̣[ερὶ] ὁλοκληρία̣[ς] πά-
3[σης τῷ ] ̣ ̣]μ̣ ̣ [θ]εῷ, ἔπιτα
(*) καὶ τὰ ἐν̣ βίῳ̣ κάλλιστά σοι
4[ὑπαρχθῆ]ναι, θαυμάζω δέ, πῶ[ς [μ]έχρει
(*) σή-
5[μερον] οὐδεμίαν ἡμῖν ἐπιστολὴν ἔπεμψας
6[καίπερ] πολ[λ]ῶν ὄντων τῶν ἑκάστης ἡμέ-
7ρ[ας κα]τερχομένων γνωρίμων. κἂν
(*) νυνεὶ
(*)8[δοκ]ῆ̣ι σοι, ἀ[ν]τίγραψον ἡμῖν πε[ρὶ τ]ῆ̣ς̣ [σ]ωτηρεί-
9α[ς]
(*) σο̣[υ] καὶ τ̣ο̣[ῦ] πατρὸς [ἡ]μῶ[ν]. π[αρόντε]ς̣ ἡμ̣ῖ̣ς
(*) ἐν-
10ταῦθα εὔθυ̣μο̣ί̣ ἐ̣σ̣μεν. πάντα δέ σοι δηλώ-
11σω τὰ συμβ[ά]ντα μοι ἐν τ[ῇ Ἀλ]εξ[α]νδρείᾳ.
12γενόμενοι τοιγαρο[ῦν ἐνταῦθ]α [οὐ]κ’
(*) εὕραμεν
13τ[ὸ]ν ἄνθρωπον, ἐφʼ ᾧ̣ πάρ[ε]σμεν ζ̣[η]τοῦντες,
14ε̣ὕ̣ρ̣α̣μ̣[ε]ν τὸν δεσπότην ἡμῶν βασ[ι]λ̣έα ἐπ[ι]δη̣-
15μ[ο]ῦν[τ]α̣. καὶ ἐκέλευσεν ἀθλητὰς ε̣[ἰσε]πενεχθῆ-
16ν̣[α]ι εἰς κ[ά]μπον, καὶ κατὰ χάρ[ιν συνεστ]ά̣λην ἐγὼ
17[καὶ] οἱ ἄλλοι πέντε
λάθρα τῶν [ἄ]λλ[ω]ν [ἀ]θλητῶν, καὶ
18[ἀφικ]ό̣μενο̣ς̣ [ἐ]κεῖ ἐζεύχθην ἐν πρώ[το]ις παγκρατ̣[ι]-
19[αστ]ῶ̣ν̣ [καὶ κα]κ̣ὴν τύχην ἔλαβα μὴ ε[ἰ]δὼς παγκρα-
20[τιάζειν. ἀσ]χημονήσας τοιγαροῦν ἐπὶ πολύ κ̣α̣[τε]-
21[βλήθην ] ̣ ̣ ̣ ̣ ̣ ̣]π̣ί̣πτων, καὶ τοῦ θεοῦ μέλλοντος
22[σῴζειν με τοὺ]ς̣ πέντε
προεκαλε[σ]ά̣μην πάμμαχ̣α̣,
23[ὡς] ἐν̣ τ̣ο̣ύ̣τ̣[οις ἤθελε]ν ὁ βασι[λε]ὺ̣ς γνῶναι, εἰ ε̣ὐ-
24[τυχ]ῶ ἢ αὖ ἐβ̣λήθην, ἑνὶ
καὶ [ἑ]κ̣άστῳ ποιεῖν.
25ε̣ἰ̣δὼ̣[ς] γὰρ ̣[ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣]ντας ἐ̣κ̣ τ̣οῦ ἀγῶ̣ν̣ο̣ς̣ κοπρο̣-
26λλο̣γ[ο]ῦ̣ντας
(*) ε̣ἰ̣ς̣ τὸ πάμμαχ̣ο̣ν̣ π̣ρ̣ο̣εκα̣λ̣ε̣σ̣ά̣μην.
27[ἦ]ν̣ δὲ ἡμῶν τὸ θέμα στιχάριον λινοῦν καὶ ἑ̣κατὸν
28χρυσᾶ. τὸ δ[ὲ] σ̣[τ]ι̣[χάρι]όν [ἐσ]τ[ι]ν λιτόν, καὶ τ̣ ̣[ ̣ ̣ ̣ ̣]ν̣
29ἀπέ[λα]βα καὶ̣ τω̣[ ̣ ̣ ̣ χρ]εώ̣στας ἐποίησα καὶ χρυσοῦν
30νοῦμμον ἔλαβον σὺν τῷ ἀργυρίῳ καὶ οἱ ἄλλοι
31πέ[ντε]
32τὸ στιχάριο[ν. τ]αῦτα τῇ
β̣[ ̣] τοῦ Χοίακ. καὶ τῇ
κϛ33τοῦ αὐτοῦ μη[νὸς] ἦξεν τὴν ἱερὰν ἐν τῷ Λαγαίῳ, καὶ ἐκεῖ
34ἐπο[ι]ησάμην, καὶ ἔλαβ[ον κ]ο[λό]β̣ιον ἀργυροῦν καὶ κολόβιο(ν)
35καὶ τὸ ἀργύριον. μ̣ὴ̣ ο̣ὖ̣ν̣ [λυ]π̣η̣θῇς, ὅτι οὐκ
(*) εὕρα[μεν τὸν ἄν]-
36θρωπον, ἄλλα γὰ̣ρ̣ ἡ̣ [τ]ύχη δέδωκεν. προσεχ̣[ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣]
37τῇ ἀδελφῇ σ[ ̣ ̣ ̣ ̣]χ̣λ̣ι̣ς̣. θεοῦ δὲ θέλοντος μετὰ τὸν Μεχ̣[είρ]
38σε καταλαμ[β]άνομεν ἀ̣ρ̣έ̣σ̣κοντές σοι. ἀσπάζεταί σε̣ [ ̣ ̣ ̣ ̣ ̣]
39σου πολλά, ἀσπάζομαι τ̣ὸ̣ν̣ κ̣ύ̣ρ̣ι̣όν̣ μου πατέρα κα[ὶ πάντας]
40τοὺς φιλοῦντας [τὴν ἐμὴν] ψ̣υχήν.
41[ἐρρῶσ]θ̣α̣ί̣ σ̣ε̣ εὔχομαι, κυρία ἀδε[λ]φ[ή], π̣ο̣λ̣λ̣ο̣ῖ̣ς̣ χρόνοις.