1[ἀντί]γραφον ὑπ[ομν]ηματισμοῦ. ἐξ [ὑπο]μνηματισμῶν
2[ ̣ ̣ ̣ ̣]ου Κλαυδίου Φιλοξένου ἀρχιδικαστοῦ. (ἔτους)
ιθ Αὐτοκράτορο[ς]
3[Καίσαρ]ος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Φαμενὼθ
κη ἐν Μέμφι
4[ἐπὶ τοῦ βή]ματος. Ταποντὼς διʼ ἐκδίκου Πασίωνος \ (hand 2) τοῦ ἀνδρὸς/ (hand 1) πρὸς Φανομγέα
5[καὶ ] ̣ ̣]θέα. Βερνεικιανοῦ ῥήτορος εἰπόντος Πεθέα πάππον τῆς
6[συνηγ]ορουμένης πατέρα δὲ τῶν ἀντιδίκων ἔχοντα πρεσβύτα-
7[τον υἱ]ὸν ὁμυώνυμον
(*) ἑαυτῷ τὸν πατέρα ταύτης τετελευτηκέναι,
8[κατὰ δὲ] τοὺς νόμους τῆς τῶν ὑπαρχόντων διμοιρίας ἀντιλαμβανό-
9[μενον] ἐκεῖνον εἰς τὴν συνηγορουμένην ἀφήλικα ο[ὖσ]αν συντετα-
10[χέναι] καταγραφὰς ὑπαρχόντων, ἀποθανόν[το]ς δὲ το[ὺ]ς ἀντιδίκους
11[θείου]ς τῆς παιδὸς ἐνσεσικέναι
(*) ἑαυτ[ο]ὺς τῇ ἐπ[ιτ]ροπῇ κα[ὶ] πάν-
12[των ἀντ]ιλαμβαν[ομ]ένους μήτε λόγους τετάχθαι μήτε γραφὴν
13[τῶν κατα]λειφθέντων κατακεχωρικέναι μήτε τροφὰς τῇ ἐπι-
14[τροπευθ]είσῃ κεχορηγηκέναι. Διον[υσί]ο[υ] καὶ Ἁρποκρατίωνος ῥητ(όρων)
15[ἀποκρι]ναμένων ὀνηλάτην δημόσιο[ν ὄ]ν̣τα τὸν τῆς ἀντιδίκου
16[πατέρα] μ̣ετέορα
(*) πολλὰ καταλ[ελο]ιπέναι, διʼ ἃ τοὺς συνηγορουμένους
17[ἠναγκάσ]θαι τῶν πραγμάτων ἀντιλαμβάνεσθαι, ζημείας οὖν ὑπο-
18[μένον]τες
(*) εἰς τοῦτον τὸν λόγον ἀξιοῦν, εἰ βούλεται ἡ ἀντίδικος
19[κατασχ]εῖν τὰ πατρῷα παραδοχὴν γενέσθαι τῶν δαπανῶν αὐ-
20[τῶν, δια]βεβαιουμένου τοῦ Πασίωνος μὴ γεγονέναι τὸν πατέρα
21[τῆς ἐκ]δικουμένης ὀνηλάτην, Κλαύδιος Φιλόξενος νεοκόρος
(*)22[τοῦ μεγ]άλου Σαράπιδος γενόμενος ἔπαρχος σπείρης πρώτης
23[Δαμασ]κηνῶν τῶν ἐν τῷ Μουσείῳ σιτουμένων ἀτελῶν
24[ἱερεὺ]ς καὶ ἀρχιδικαστής· ὁ τοῦ νομοῦ στρατηγὸς ἐξετάσι
(*)25[περὶ το]ύτου, κἂν
(*) φανῶσι οἱ περὶ τὸν Φανομγέα κατὰ ταύτην
26[τὴν αἰ]τίαν ἀντειλημμένοι τῶν πατρῴων, τῆς ἐκκαλούσης,
27[ἀποκα]τ̣ασταθῆναι αὐτῇ ποιήσει τὰ προσήκοντα. ἀνέγνων.